βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως. Χορός μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ εὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτι λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. Προμηθεύς οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω· τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ. Χορός τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; Προμηθεύς Μοῖραι τρίμορφοι μνήμονές τʼ Ἐρινύες Χορός τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος; Προμηθεύς οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην. Χορός τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν; Προμηθεύς τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει. Χορός ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις. Προμηθεύς ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶς καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. Χορός μηδάμʼ ὁ πάντα νέμων θεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς, μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα βουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον, μηδʼ ἀλίτοιμι λόγοις· ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη· Χορός ἁδύ τι θαρσαλέαις τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-