εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. Προμηθεύς τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον, οἵας τέχνας τε καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον, οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων χρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισιν ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους ἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους· γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρισʼ, οἵτινές τε δεξιοὶ φύσιν εὐωνύμους τε, καὶ δίαιταν ἥντινα ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι· σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν. κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα ἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα. τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸς κεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα, χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ; οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων.