<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="445">λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων,</l><l n="446">ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος·</l><l n="447"><milestone ed="P" unit="para"/>οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,</l><l n="448">κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτων</l><l n="449">ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον</l><l n="450">ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς</l><l n="451">δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·</l><l n="452">κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροι</l><l n="453">μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.</l><l n="454">ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ</l><l n="455">οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου</l><l n="456">θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν</l><l n="457">ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ</l><l n="458">ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.</l><l n="459"><milestone ed="P" unit="para"/>καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,</l><l n="460">ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,</l><l n="461">μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην.</l><l n="462">κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα</l><l n="463">ζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπως</l><l n="464">θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων</l><l n="465">γένοινθʼ , ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίους</l><l n="466">ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.</l><l n="467">θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦ</l><l n="468">λινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα.</l><l n="469"><milestone ed="P" unit="para"/>τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλας</l><l n="470">βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳ</l><l n="471">τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.</l></sp><milestone n="472" unit="card"/><sp><speaker>Χορός</speaker><l n="472">πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν</l><l n="473">πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον</l><l n="474">πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις</l></sp></div></div></body></text></TEI>