Κολχίδος τε γᾶς ἔνοικοι παρθένοι, μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶς ἔσχατον τόπον ἀμφὶ Μαι- ῶτιν ἔχουσι λίμναν, Χορός Ἀραβίας τʼ ἄρειον ἄνθος, ὑψίκρημνον οἳ πόλισμα Καυκάσου πέλας νέμονται, δάιος στρατός, ὀξυπρῴ- ροισι βρέμων ἐν αἰχμαῖς. Χορός μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις δαμέντʼ ἀδαμαντοδέτοις Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν, Ἄτλαντος αἰὲν ; ὑπέροχον σθένος κραταιόν, ὃς οὐράνιόν τε πόλον νώτοις στέγων ὑποστενάζει. Χορός βοᾷ δὲ πόντιος κλύδων ξυμπίτνων, στένει βυθός, κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς, παγαί θʼ ἁγνορύτων ποταμῶν στένουσιν ἄλγος οἰκτρόν. Προμηθεύς μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ, ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον. καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν; ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.