μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν. Ὠκεανός ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. Προμηθεύς ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε. Ὠκεανός σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. Προμηθεύς μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. Ὠκεανός ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας; Προμηθεύς τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ. Ὠκεανός ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος. Προμηθεύς στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. Ὠκεανός ὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον. λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. Χορός στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ· δακρυσίστακτα δʼ ἀπʼ ὄσσων ῥαδινὰν λειβομένα ῥέος παρειὰν νοτίοις ἔτεγξα παγαῖς· ἀμέγαρτα γὰρ τάδε Ζεὺς ἰδίοις νόμοις κρατύνων ὑπερήφανον θεοῖς τοῖς πάρος ἐνδείκνυσιν αἰχμάν. Χορός πρόπασα δʼ ἤδη στονόεν λέλακε χώρα, μεγαλοσχήμονά ἀρχαι- οπρεπῆ στένουσι τὰν σὰν ξυνομαιμόνων τε τιμάν, ὁπόσοι τʼ ἔποικον ἁγνᾶς Ἀσίας ἕδος νέμονται, μεγαλοστόνοισι σοῖς πή- μασι συγκάμνουσι θνατοί.