<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="anapests"><sp><l n="355">ἑκατογκάρανον πρὸς βίαν χειρούμενον</l><l n="356">Τυφῶνα θοῦρον· πᾶσιν <del>ὅς</del> ἀντέστη θεοῖς,</l><l n="357">σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·</l><l n="358">ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας,</l><l n="359">ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ·</l><l n="360">ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,</l><l n="361">καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,</l><l n="362">ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων</l><l n="363">κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς</l><l n="364">ἐφεψαλώθη κἀξεβροντήθη σθένος.</l><l n="365">καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας</l><l n="366">κεῖται στενωποῦ πλησίον θαλασσίου</l><l n="367">ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·</l><l n="368">κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ</l><l n="369">Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε</l><l n="370">ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις</l><l n="371">τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·</l><l n="372">τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον</l><l n="373">θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,</l><l n="374">καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.</l><l n="375"><milestone ed="P" unit="para"/>σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου</l><l n="376">χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·</l><l n="377">ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,</l><l n="378">ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.</l></sp><milestone n="379" unit="card"/><sp><speaker>Ὠκεανός</speaker><l n="379">οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι</l><l n="380">ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="381">ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ</l><l n="382">καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.</l></sp><sp><speaker>Ὠκεανός</speaker><l n="383">ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα</l><l n="384">ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.</l></sp></div></div></div></body></text></TEI>