ἑκατογκάρανον πρὸς βίαν χειρούμενον Τυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον· ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ· ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς ἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας κεῖται στενωποῦ πλησίον θαλασσίου ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο· κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις τῆς καλλικάρπου Σικελίας λευροὺς γύας· τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης, καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος. σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι· ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου. Ὠκεανός οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι; Προμηθεύς ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. Ὠκεανός ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.