<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="anapests"><sp><l n="325">πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι</l><l n="326">τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.</l><l n="327">καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι</l><l n="328">ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.</l><l n="329">σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.</l><l n="330">ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι</l><l n="331">γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;</l></sp><milestone n="332" unit="card"/><sp><speaker>Προμηθεύς</speaker><l n="332">ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς</l><l n="333">τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.</l><l n="334">καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.</l><l n="335">πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.</l><l n="336">πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.</l></sp><sp><speaker>Ὠκεανός</speaker><l n="337">πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς</l><l n="338">ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.</l><l n="340">ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.</l><l n="341">αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ</l><l n="342">δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.</l></sp><milestone n="343" unit="card"/><sp><speaker>Προμηθεύς</speaker><l n="343">τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·</l><l n="343b" rend="343b">προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ</l><l n="344">μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν</l><l n="345">ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.</l><l n="346">ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·</l><l n="347">ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα</l><l n="348">θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.</l><l n="349">οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι</l><l n="350">τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους</l><l n="351">ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς</l><l n="352">ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.</l><l n="353">τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα</l><l n="354">ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας</l></sp></div></div></div></body></text></TEI>