πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων. σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει. ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι γλώσσῃ ματαίᾳ ζημία προστρίβεται; Προμηθεύς ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής. πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ. Ὠκεανός πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων. Προμηθεύς τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ· προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων· ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας