<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="anapests"><sp><l n="295">γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην</l><l n="296">χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ</l><l n="297">σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·</l><l n="298">οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ</l><l n="299">φίλος ἐστὶ βεβαιότερός σοι.</l></sp><milestone n="300" unit="card"/><sp><speaker>Προμηθεύς</speaker><l n="300">ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν</l><l n="301">ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν</l><l n="302">ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ</l><l n="303">αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα</l><l n="304">ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας</l><l n="305">ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;</l><l n="306">δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,</l><l n="307">τὸν συγκαταστήσαντα τὴν τυραννίδα,</l><l n="308">οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.</l></sp><sp><speaker>Ὠκεανός</speaker><l n="309">ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι</l><l n="310">θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.</l><l n="311">γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους</l><l n="312">νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.</l><l n="313">εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους</l><l n="314">ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω</l><l n="315">θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον</l><l n="316">παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.</l><l n="317">ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,</l><l n="318">ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.</l><l n="319">ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·</l><l n="320">τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου</l><l n="321">γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.</l><l n="322">σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,</l><l n="323">πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.</l><l n="324">οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ</l></sp></div></div></div></body></text></TEI>