γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν· οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι. Προμηθεύς ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς; δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι. Ὠκεανός ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε· τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ