ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς πράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην. ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι· θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους. οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί με κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου. καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη, πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. πίθεσθέ μοι πίθεσθε, συμπονήσατε τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη πρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει. Χορός οὐκ ἀκούσαις ἐπεθώυξας τοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸν πόρον οἰωνῶν, ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους χρῄζω διὰ παντὸς ἀκοῦσαι. Ὠκεανός ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων· ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν νείμαιμʼ ἢ σοί.