<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="235">τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.</l><l n="236">καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.</l><l n="237">ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς</l><l n="238">τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.</l><l n="239">τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,</l><l n="240">πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·</l><l n="241">θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν</l><l n="242">οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς</l><l n="243">ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.</l></sp><milestone n="244" unit="card"/><sp><speaker>Χορός</speaker><l n="244">σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος</l><l n="245">ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ</l><l n="246">μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε</l><l n="247">ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="248">καὶ μὴν φίλοις <add>γʼ </add> ἐλεινὸς εἰσορᾶν ἐγώ.</l></sp><sp><speaker>Χορός</speaker><l n="249">μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="250">θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.</l></sp><sp><speaker>Χορός</speaker><l n="251">τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="252">τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.</l></sp><sp><speaker>Χορός</speaker><l n="253">μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="254">πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.</l></sp><sp><speaker>Χορός</speaker><l n="255">καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="256">ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.</l></sp><sp><speaker>Χορός</speaker><l n="257">τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="258">αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.</l></sp><sp><speaker>Χορός</speaker><l n="259">οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="260">οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.</l></sp><sp><speaker>Χορός</speaker><l n="261">δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι</l><l n="262">ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν</l><l n="263">καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν</l><l n="264">μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.</l></sp></div></div></body></text></TEI>