τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν· θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα. Χορός σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ. Προμηθεύς καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ. Χορός μή πού τι προύβης τῶνδε καὶ περαιτέρω; Προμηθεύς θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον. Χορός τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου; Προμηθεύς τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα. Χορός μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς. Προμηθεύς πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. Χορός καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι; Προμηθεύς ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. Χορός τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν— Προμηθεύς αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν. Χορός οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; Προμηθεύς οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ. Χορός δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.