<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="205">σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,</l><l n="206">ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν</l><l n="207">Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,</l><l n="208">οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς</l><l n="209">ἀτιμάσαντες καρτεροῖς φρονήμασιν</l><l n="210">ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·</l><l n="211">ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,</l><l n="212">καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,</l><l n="213">τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,</l><l n="214">ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν</l><l n="215">χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.</l><l n="216">τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου</l><l n="217">οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.</l><l n="218">κράτιστα δή μοι τῶν παρεστώτων τότε</l><l n="219">ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα</l><l n="220">ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.</l><l n="221">ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς</l><l n="222">κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον</l><l n="223">αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ</l><l n="224">ὁ τῶν θεῶν τύραννος ὠφελημένος</l><l n="225">κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο.</l><l n="226">ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι</l><l n="227">νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.</l><l n="228"><milestone ed="P" unit="para"/>ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα</l><l n="229">αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.</l><l n="230"><milestone ed="P" unit="para"/>ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον</l><l n="231">καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα</l><l n="232">ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο</l><l n="233">ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον</l><l n="234">οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος</l></sp></div></div></body></text></TEI>