σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν, ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καρτεροῖς φρονήμασιν ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν· ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις, καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει, ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν. τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. κράτιστα δή μοι τῶν παρεστώτων τότε ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος