καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ ποινάς τε τίνειν τῆσδʼ αἰκείας ἐθελήσῃ. Χορός σὺ μὲν θρασύς τε καὶ πικραῖς δύαισιν οὐδὲν ἐπιχαλᾷς, ἄγαν δʼ ἐλευθεροστομεῖς. ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος· δέδια δʼ ἀμφὶ σαῖς τύχαις, πᾷ ποτε τῶνδε πόνων χρή σε τέρμα κέλ- σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ ἀπαράμυθον ἔχει Κρόνου παῖς. Προμηθεύς οἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷ τὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίω μαλακογνώμων ἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ· τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴν εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα σπεύδων σπεύδοντί ποθʼ ἥξει. Χορός πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι, οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται· δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ. Προμηθεύς ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν