πέτραις προσαυαινόμενον ταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις. νέοι γὰρ οἰακονόμοι κρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ. Προμηθεύς εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδου τοῦ νεκροδέγμονος εἰς ἀπέρατον Τάρταρον ἧκεν, δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, ὡς μήτε θεὸς μήτε τις ἄλλος τοῖσδʼ ἐπεγήθει. νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλας ἐχθροῖς ἐπίχαρτα πέπονθα. Χορός τίς ὧδε τλησικάρδιος θεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ; τίς οὐ ξυνασχαλᾷ κακοῖς τεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶ θέμενος ἄγναμπτον νόον δάμναται Οὐρανίαν γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν. Προμηθεύς ἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖς ἐν γυιοπέδαις αἰκιζομένου, χρείαν ἕξει μακάρων πρύτανις, δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτου σκῆπτρον τιμάς τʼ ἀποσυλᾶται. καί μʼ οὔτι μελιγλώσσοις πειθοῦς ἐπαοιδαῖσιν θέλξει, στερεάς τʼ οὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼ