αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν οὐρανίων ἄστρων διόδους· εἴς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις· πάντως ἐμέ γʼ οὐ θανατώσει. Ἑρμῆς τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι. τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν ἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν; ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τόπων μετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃ βροντῆς μύκημʼ ἀτέραμνον. Χορός ἄλλο τι φώνει καὶ παραμυθοῦ μʼ ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που τοῦτό γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητʼ ἀσκεῖν; μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω· τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, κοὐκ ἔστι νόσος τῆσδʼ ἥντινʼ ἀπέπτυσα μᾶλλον. Ἑρμῆς ἀλλʼ οὖν μέμνησθʼ ἁγὼ προλέγω μηδὲ πρὸς ἄτης θηραθεῖσαι μέμψησθε τύχην, μηδέ ποτʼ εἴπηθʼ ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμʼ εἰσέβαλεν· μὴ δῆτʼ αὐταὶ δʼ ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ