<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1017">φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ</l><l n="1018">πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας</l><l n="1019">τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.</l><l n="1020">μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου</l><l n="1021">ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί</l><l n="1022">πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως</l><l n="1023">διαρταμήσει σώματος μέγα ῥάκος,</l><l n="1024">ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,</l><l n="1025">κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται.</l><l n="1026"><milestone ed="P" unit="para"/>τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,</l><l n="1027">πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων</l><l n="1028">φανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖν</l><l n="1029">Ἅιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη.</l><l n="1030"><milestone ed="P" unit="para"/>πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένος</l><l n="1031">ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·</l><l n="1032">ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα</l><l n="1033">τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲ</l><l n="1034">πάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίαν</l><l n="1035">εὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ.</l></sp><sp><speaker>Χορός</speaker><l n="1036">ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται</l><l n="1037">λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν</l><l n="1038">μεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.</l><l n="1039">πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.</l></sp><milestone n="1040" unit="card"/><div type="textpart" subtype="anapests"><sp><speaker>Προμηθεύς</speaker><l n="1040">εἰδότι τοί μοι τάσδʼ ἀγγελίας</l><l n="1041">ὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶς</l><l n="1042">ἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές.</l><l n="1043">πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲν</l><l n="1044">πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼ</l><l n="1045">ἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼ</l><l n="1046">ἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένων</l></sp></div></div></div></body></text></TEI>