<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,</l><l n="2">Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.</l><l n="3">Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς</l><l n="4">ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις</l><l n="5">ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι</l><l n="6">ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.</l><l n="7">τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,</l><l n="8">θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι</l><l n="9">ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,</l><l n="10">ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα</l><l n="11">στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.</l></sp><sp><speaker>Ἥφαιστος</speaker><l n="12">Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς</l><l n="13">ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·</l><l n="14">ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν</l><l n="15">δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.</l><l n="16">πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·</l><l n="17">ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.</l><l n="18"><milestone ed="P" unit="para"/>τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,</l><l n="19">ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι</l><l n="20">προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ</l><l n="21">ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν</l><l n="22">ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ</l><l n="23">χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι</l><l n="24">ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,</l><l n="25">πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·</l><l n="26">ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ</l><l n="27">τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.</l><l n="28"><milestone ed="P" unit="para"/>τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.</l><l n="29">θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον</l><l n="30">βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.</l></sp></div></div></body></text></TEI>