οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος, εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα; οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα αἰθαλοῦσσα Canter: αἰθάλουσα codd. φλόξ, λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω: γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι φράσαι recc.: φράσειν M πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος. Ἑρμῆς ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται. Προμηθεύς ὦπται ὦπται recc. (et schol. τεθεώρηται ): ὦ παῖ M πάλαι δὴ καὶ βεβούλευται τάδε. Ἑρμῆς τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. Προμηθεύς ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθ᾽ ὡς μήποθ᾽ ὡς m 1 et recc.: μη πάθ᾽ M ἐγὼ Διὸς γνώμην φοβηθεὶς θηλύνους γενήσομαι, καὶ λιπαρήσω τὸν μέγα στυγούμενον γυναικομίμοις ὑπτιάσμασιν χερῶν λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω. Ἑρμῆς λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν: τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει λιταῖς ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει. ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι. αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, οἷός σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεισ᾽ ἄφυκτος: ἄφυκτος recc.: ἀφύκτως M, ος suprascr. m 1 πρῶτα μὲν γὰρ ὀκρίδα