ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως. Ἑρμῆς κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν σμικρὰν Brunck: μικρὰν codd. νόσον. Προμηθεύς νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. Ἑρμῆς εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. Προμηθεύς ὤμοι. Ἑρμῆς τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. Προμηθεύς ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος. Ἑρμῆς καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι. Προμηθεύς σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην. Ἑρμῆς ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ. Προμηθεύς καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν. Ἑρμῆς ἐκερτόμησας δῆθεν ὥστε παῖδά με. ὥστε παῖδά με Hermann: ὡς παῖδά με M: ὡς παῖδ᾽ ὄντα με recc. duo Προμηθεύς οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος, εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα; οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.