δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην; τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς; πολλοῦ γε γε recc.: δὲ M καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν: πεύσει γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ. Ἑρμῆς τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. καθώρμισας recc.: καθώρ.οσας M (litura post ρ, ο ex ι factum) Προμηθεύς τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ. Ἑρμῆς κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ hos duo vv., Prometheo in codd. continuatos, Herm. tribuit Erfurdt ἢ πατρὶ φῦναι φῦναι recc.: φῆναι M Ζηνὶ πιστὸν πιστὸν recc.: πιστὸν δ᾽ M (correctum in πιστόν τ᾽ m 1 ) ἄγγελον. post hunc v. sunt qui excidisse aliquid putent, fort. iniuria Προμηθεύς οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. Ἑρμῆς χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι. Προμηθεύς χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι: καὶ σὲ δ᾽ ἐν τούτοις λέγω. Ἑρμῆς ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ; Προμηθεύς ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως. Ἑρμῆς κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν σμικρὰν Brunck: μικρὰν codd. νόσον. Προμηθεύς νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. Ἑρμῆς εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. Προμηθεύς ὤμοι. Ἑρμῆς τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. Προμηθεύς ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος. Ἑρμῆς καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι. Προμηθεύς σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην. Ἑρμῆς ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ. Προμηθεύς καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν. Ἑρμῆς ἐκερτόμησας δῆθεν ὥστε παῖδά με. ὥστε παῖδά με Hermann: ὡς παῖδά με M: ὡς παῖδ᾽ ὄντα με recc. duo