ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον: πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν. Ἑρμῆς σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις ἐφημέροις recc.: τὸν ἡμέροις M πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω: πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους αὐδᾶν, πρὸς ὧν ὧν Elmsley: ὧν τ᾽ codd. ἐκεῖνος ἐκπίπτει κράτους: καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε: ἕκαστ᾽ ἔκφραζε recc.: ἕκαστα φράζε M μηδέ μοι διπλᾶς ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. Προμηθεύς σεμνόστομός γε καὶ φρονήματος πλέως ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;