ὅσον τό τ᾽ ἄρχειν ἄρχειν ( ειν in litura m) M καὶ τὸ δουλεύειν δίχα. Χορός σύ θην σύ θην M: σὺ δὴν m 1 ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός. Προμηθεύς ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω. Χορός καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; Προμηθεύς καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους. Χορός πῶς δ᾽ δ᾽ om. M οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη; Προμηθεύς τί δ᾽ ἂν δ᾽ ἂν recc.: δαὶ M φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον; Χορός ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ τοῦδ᾽ ἔτ᾽ Elmsley: του-δέ γ᾽ codd. ἀλγίω πόροι. Προμηθεύς ὁ δ᾽ οὖν ποιείτω: πάντα προσδοκητά μοι. Χορός οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. Προμηθεύς σέβου, προσεύχου, θῶπτε θῶπτε Turnebus, et sic ante correct. M: θώπευε recc. et sic m suprascr. τὸν κρατοῦντ᾽ ἀεί. ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον: πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν. Ἑρμῆς σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις ἐφημέροις recc.: τὸν ἡμέροις M πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω: πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους αὐδᾶν, πρὸς ὧν ὧν Elmsley: ὧν τ᾽ codd. ἐκεῖνος ἐκπίπτει κράτους: καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε: ἕκαστ᾽ ἔκφραζε recc.: ἕκαστα φράζε M μηδέ μοι διπλᾶς ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. Προμηθεύς σεμνόστομός γε καὶ φρονήματος πλέως ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ