θαλασσίαν τε γῆς τινάκτειραν †νόσον corruptum: νόσων M, obscure in νόσον mutatum: βάθρων Herwerden: πέδων Wecklein: praestat fortasse τινάκτορ᾽ ἔννοσιν Hartung τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ κακῶν ( ῷ supra scr. m 1 ) M μαθήσεται ὅσον τό τ᾽ ἄρχειν ἄρχειν ( ειν in litura m) M καὶ τὸ δουλεύειν δίχα. Χορός σύ θην σύ θην M: σὺ δὴν m 1 ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός. Προμηθεύς ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω. Χορός καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; Προμηθεύς καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους. Χορός πῶς δ᾽ δ᾽ om. M οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη; Προμηθεύς τί δ᾽ ἂν δ᾽ ἂν recc.: δαὶ M φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον; Χορός ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ τοῦδ᾽ ἔτ᾽ Elmsley: του-δέ γ᾽ codd. ἀλγίω πόροι. Προμηθεύς ὁ δ᾽ οὖν ποιείτω: πάντα προσδοκητά μοι. Χορός οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. Προμηθεύς σέβου, προσεύχου, θῶπτε θῶπτε Turnebus, et sic ante correct. M: θώπευε recc. et sic m suprascr. τὸν κρατοῦντ᾽ ἀεί. ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.