καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ: ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός. δέρχθηθ᾽ οἵαις αἰκίαισιν διακναιόμενος τὸν μυριετῆ Προμηθεύς χρόνον ἀθλεύσω. τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ. φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον πῆμα στενάχω, πῇ πῇ Turnebus: ποῖ codd. ποτε μόχθων χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι. καίτοι τί φημι; πάντα προυξεπίσταμαι σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος. ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας: ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε τοιῶνδε recc.: τοιάσδε M ποινὰς ἀμπλακημάτων τίνω ὑπαιθρίοις ὑπαιθρίοις Blomfield: ὑπαίθριος codd. δεσμοῖς πεπασσαλευμένος. δεσμοῖς πεπασσαλευμένος C. G. Haupt: δεσμοῖσι πασσαλευμένος M recc. aliquot: δεσμοῖσι πασσαλευτός recc. plerique Προμηθεύς ἆ ἆ [ἔα ἔα]. ἔα ἔα seclusit Dindorf τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής, θεόσυτος, θεόσυτος rec.: θεόσυτος codd. cett. ἢ βρότειος, ἢ κεκραμένη; ἵκετο τερμόνιον ἐπὶ πάγον πόνων ἐμῶν ἐμῶν recc.: ἡμῶν M θεωρός, ἢ τί δὴ θέλων; ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν, τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς