λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις: ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ χρόνου εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς. Ἰώ ἐλελεῦ, ἐλελεῦ (bis) Pauw: ἐλελελελελεῦ M ἐλελεῦ, ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις χρίει μ᾽ ἄπυρος: κραδία κραδία recc.: καρδία M δὲ φόβῳ φρένα λακτίζει. τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργῳ, γλώσσης ἀκρατής: θολεροὶ δὲ λόγοι παίουσ᾽ παίουσ᾽ recc.: πταίουσ᾽ M εἰκῆ στυγνῆς πρὸς κύμασιν ἄτης. Χορός ἦ σοφὸς ἦ σοφὸς [ἦν] ἦν seclusit Triclinius ὃς πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ- σᾳ διεμυθολόγησεν,