γνώμην: δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος: αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος. μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινὸς <ἶνισ>, ἶνις add. ἐκ τῶνδ᾽ seclusit Wecklein ὃς πόνων [ἐκ τῶνδ᾽] ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις: ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ χρόνου εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς. Ἰώ ἐλελεῦ, ἐλελεῦ (bis) Pauw: ἐλελελελελεῦ M ἐλελεῦ, ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις χρίει μ᾽ ἄπυρος: κραδία κραδία recc.: καρδία M δὲ φόβῳ φρένα λακτίζει. τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργῳ, γλώσσης ἀκρατής: θολεροὶ δὲ λόγοι παίουσ᾽ παίουσ᾽ recc.: πταίουσ᾽ M εἰκῆ στυγνῆς πρὸς κύμασιν ἄτης. Χορός ἦ σοφὸς ἦ σοφὸς [ἦν] ἦν seclusit Triclinius ὃς πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ- σᾳ διεμυθολόγησεν, ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ, καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων μήτε τῶν γέννᾳ μεγαλυνομένων ὄντα χερνήταν ἐραστεῦσαι γάμων. Χορός μήποτε μήποτέ μ᾽, ὦ <πότνιαι> πότνιαι add. Winckelmann Μοῖραι, λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν: