χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται, κεκλήσεται recc.: κληθήσεται M τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός, ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου. τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω, ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι: ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα: πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις πεντηκοντάπαις recc.: πεντηκοντόπαις M πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον