κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας, ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις: χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται, κεκλήσεται recc.: κληθήσεται M τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός, ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου. τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω, ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι: ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα: πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις πεντηκοντάπαις recc.: πεντηκοντόπαις M πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν: οἱ δ᾽ ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, ἥξουσι θηρεύοντες θηρεύοντες recc.: θηρεύσοντες M οὐ θηρασίμους γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός: Πελασγία δὲ δέξεται θηλυκτόνῳ Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει: γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ, δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος: τοιάδ᾽ ἐπ᾽ ἐπ᾽ recc.: ἐς M ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται