τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ καταβασμόν, ἔνθα Βιβλίνων βιβλίνων M schol.: βυβλίνων recc. ὀρῶν ἄπο ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός σ᾽ ὁδώσει σε δώσει correctum in σ᾽ ὁδώσει M τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπανδίπλαζε ἐπανδίπλαζε Dindorf: ἐπαναδίπλαζε codd. καὶ σαφῶς ἐκμάνθανε: σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. om. M, in margine scr. m Χορός εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγ᾽: εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν δὸς ἥνπερ ἥνπερ Hermann: ἥντιν᾽ codd. αἰτούμεσθα, μέμνησαι δέ που. Προμηθεύς τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν. ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα, γάπεδα Porson: δάπεδα codd. τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα μαντεῖα θᾶκός τ᾽ θᾶκός τ᾽ Brunck: θῶκος M, τ᾽ add. m ἐστὶ Θεσπρωτοῦ Διός, τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσ᾽ ἔσεσθαι: τῶνδε προσσαίνει σέ τι; προσσαίνει σέ τι recc.: προσαίν, εισ́. τί M, σίτι m 1 ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν