δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι. Ἰώ ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου. Προμηθεύς δίδωμ᾽: ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ. Χορός τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου: λόγου Elmsley: λόγους codd. καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα: τοῦτο γὰρ ποθῶ. Προμηθεύς ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν μὴ γεγωνεῖν ( οὐ suprascr. m) M πᾶν ὅσον προσχρῄζετε. σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ἠπείροιν Herwerden: ἠπείρων codd. post 791 lacunam indicat Heath ὅρον, πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς πόντου πόντου recc.: πόντον M περῶσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκῃ πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι, μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ. πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς: τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω. ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν: ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας γρῦπας φύλαξαι, τόν τε μουνῶπα μουνῶπα M: αν supra α scr. m 1 στρατὸν Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόρρυτον οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου: πόρου recc.: πόρον M