ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι πέδοι Dindorf: πέδω M σκήψασα τῶν πάντων πόνων ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. Προμηθεύς ἦ δυσπετῶς ἦ δυσπετῶς recc.: ἦδυπετῶς correctum in ἡδυπετῶς M ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον: αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή: νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. Ἰώ ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία; hos tres vv. in M recitat Io Προμηθεύς ἥδοι᾽ ἄν, ἥδοι᾽ ἄν Dawes: ἥδοιο ἄν rec.: ἥδοιμ᾽ ἄν M οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν. Ἰώ πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς; Προμηθεύς ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν σοι μαθεῖν Turnebus: μαθεῖν σοι codd. (M in lit.) πάρα. Ἰώ πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται; Προμηθεύς πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. Ἰώ ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη. Προμηθεύς γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλεῖ. ἀσχαλεῖ L. Dindorf: ἀσχαλᾷ codd. Ἰώ θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον. Προμηθεύς τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. Ἰώ ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων; Προμηθεύς ἣ τέξεταί γε παῖδα φέρτερον πατρός. Ἰώ οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης; Προμηθεύς οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς. Ἰώ τίς οὖν ὁ λύσων σ᾽ σ᾽ recc.: om. M ἐστὶν ἄκοντος Διός; Προμηθεύς τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων αὐτὸν ἐκγόνων recc.: αὐτῶν ἐγγόνων M εἶναι χρεών. Ἰώ πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν; Προμηθεύς τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς. Ἰώ ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία. Προμηθεύς καὶ μηδὲ σαυτῆς γ᾽ γ᾽ Hermann: τ᾽ M ἐκμαθεῖν ζήτει πόνους. Ἰώ μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.