ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος κροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸν ἥξεις στυγάνορ᾽, αἳ Θεμίσκυράν ποτε κατοικιοῦσιν κατοικοῦσιν (correctum in κατοικιοῦσιν m 1 ) M ἀμφὶ Θερμώδονθ᾽, ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν: αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως. ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν: ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς χρῄζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας. πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοὶ μηδέπω ᾽ν μηδέπω ᾽ν Turnebus: μηδ᾽ ἐπῶν codd. προοιμίοις. Ἰώ ἰώ μοί μοι, ἐή. Προμηθεύς σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζει: τί που δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά; Χορός ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς; Προμηθεύς δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. Ἰώ τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει