ἔα ἔα, ἄπεχε, φεῦ: οὔποθ᾽ <ὧδ᾽> οὔποθ᾽ ὧδ᾽ Wecklein: οὔποτ᾽ codd. οὔποτ᾽ ηὔχουν ηὔχουν schol., recc.: ηὐχόμην M ξένους μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν, οὐδ᾽ ὧδε δυσθέατα καὶ καὶ recc.: omittit M δύσοιστα πήματα, λύματα, δείματα κέν- τρῳ ψύχειν ψυχὰν ἀμφάκει. δείματα κέντρῳ ψύχειν ψυχὰν ἀμφάκει Weil: δείματ᾽ ἀμφήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν M ἰὼ ἰὼ μοῖρα μοῖρα, πέφρικ᾽ εἰσιδοῦσα εἰσιδοῦσα recc.: ἐσιδοῦσα M πρᾶξιν Ἰοῦς. Προμηθεύς πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ: ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς. Χορός λέγ᾽, ἐκδίδασκε: τοῖς νοσοῦσί τοι γλυκὺ τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς. Προμηθεύς τὴν πρίν γε χρείαν χρείαν recc.: χρεῖαν τ᾽ M ἠνύσασθ᾽ ἐμοῦ πάρα κούφως: μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρῄζετε τὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης: τὰ λοιπὰ νῦν ἀκούσαθ᾽, οἷα χρὴ πάθη τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. σύ τ᾽, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους θυμῷ βάλ᾽, βάλ᾽ recc.: μάθ᾽ M ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ. πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας: Σκύθας δ᾽ ἀφίξει νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσ᾽ ναίουσ᾽ recc.: νέουσ᾽ M ἐπ᾽ εὐκύκλοις ὄχοις, ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι: ἐξηρτυμένοι rec.: ἐξηρτημένοι M οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις πόδας πόδας Turnebus: γύποδας codd. χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι πρόσπλατοι Elmsley: πρόσπλαστοι codd. ξένοις. ἥξεις δ᾽ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,