ἔτλην γεγωνεῖν νυκτίφοιτα δείματα. νυκτίφοιτα δείματα (ex Lycophr. 225) Nauck: νυκτίφοιτ᾽ ὀνείρατα recc.: νυκτίφαντ᾽ ὀνείρατα M ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους. τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ, ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις: κεἰ μὴ θέλοι, πυρωπὸν πυρωπὸν recc.: πυρωτὸν M ἐκ Διὸς μολεῖν κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι ἐξαϊστώσοι Blomfield: ἐξαϊστώσει M γένος. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν ἐξήλασέν με κἀπέκλῃσε δωμάτων ἄκουσαν ἄκων: ἀλλ᾽ ἐπηνάγκαζέ νιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος Λέρνης τε κρήνην: τε κρήνην Canter: ἄκρην τε M βουκόλος δὲ γηγενὴς ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος ἀφνίδιος Elmsley: αἰφνίδιος codd.: ἄπτερος ex Hesych. W. Headlam μόρος τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγὼ μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι. κλύεις τὰ πραχθέντ᾽: εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι λοιπὸν πόνων, σήμαινε: μηδέ μ᾽ οἰκτίσας σύνθαλπε μύθοις ψευδέσιν: ψεύδέσσιν M νόσημα γὰρ αἴσχιστον εἶναί φημι συνθέτους λόγους.