τί δῆτα μέλλεις μὴ μὴ M, οὐ supra scr. m οὐ γεγωνίσκειν τὸ πᾶν; Προμηθεύς φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θρᾶξαι φρένας. Ἰώ μή μου προκήδου μᾶσσον ὧν ὧν Hermann: ὡς codd. ἐμοὶ γλυκύ. Προμηθεύς ἐπεὶ προθυμεῖ, χρὴ λέγειν: ἄκουε δή. Χορός μήπω γε: μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε. τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας: τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα. Προμηθεύς σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν, ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός. ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας ἐνταῦθ᾽, ὅπου ὅπου Ellendt: ὅποι M μέλλοι τις οἴσεσθαι δάκρυ πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει. Ἰώ οὐκ οἶδ᾽ ὅπως ὑμῖν <γ᾽> γ᾽ add. Paley ἀπιστῆσαί με χρή, σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε πεύσεσθε: καίτοι καὶ λέγουσ᾽ ὀδύρομαι θεόσσυτον χειμῶνα καὶ διαφθορὰν μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο. ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον εὐδαίμων ( ο suprascr. m) M κόρη, τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν θέλει: σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός, ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.” τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ