καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος. Ἥφαιστος πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. Κράτος ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως. Ἥφαιστος αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω ὑποστένω mutatum in ὑπερστένω M πόνων. Κράτος σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε. Ἥφαιστος ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν. Κράτος ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. τωνδε, ό supra scr. M ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. Ἥφαιστος δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν. Κράτος ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός. χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ. Ἥφαιστος καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. Κράτος ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας: ὡς οὑπιτιμητής γε γε recc. m 1 : σε M τῶν ἔργων βαρύς. Ἥφαιστος ὅμοια μορφῇ γλῶσσά σου γηρύεται. Κράτος σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν ὀργῆς τε τραχυτῆτα μὴ ᾽πίπλησσέ μοι. Ἥφαιστος στείχωμεν: ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει. Κράτος ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα συλῶν ἐφημέροισι προστίθει. τί σοι οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων; ψευδωνύμως σε δαίμονες Προμηθέα καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως, ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσει τέχνης. τέχνης M: τύχης recc. aliquot Προμηθεύς ὦ δῖος δῖος Victorius: διὸς codd. αἰθὴρ καὶ ταχύπτεροι πνοαί, ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων ἀνήριθμον γέλασμα, παμμῆτόρ παμμῆτόρ recc.: παμμήτωρ M τε γῆ,