ἃ μαραίνει με χρίουσα κέντροις, ἰώ, κέντροις, ἰώ, Reisig: κέντροισι codd. φοιταλέοις, ἐή. φοιταλέοισιν ἐ: έ M σκιρτημάτων δὲ νήστισιν αἰκίαις λαβρόσυτος λαβρόσσυτος codd. ἦλθον, <Ἥρασ> Ἥρας ex schol. add. Hermann ἐπικότοισι μήδεσι δαμεῖσα. δυσδαιμόνων δὲ τίνες οἵ, ἐή, ἐή ] ἓ ἕ M οἷ᾽ ἐγὼ μογοῦσιν; ἀλλά μοι τορῶς τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει παθεῖν, τί μῆχαρ, ἢ τί τί μῆχαρ, τί Elmsley, ἢ add. Martin: τί μὴ χρὴ M φάρμακον νόσου, δεῖξον, εἴπερ οἶσθα: θρόει, φράζε τᾷ φράζε τᾷ recc.: φράξετε M δυσπλάνῳ παρθένῳ. Προμηθεύς λέξω τορῶς σοι πᾶν ὅπερ ὅπερ ex Etym. M. 762, 30 Porson: ὅτι M χρῄζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα. πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα. Ἰώ ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε; Προμηθεύς ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. Ἰώ οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί; Προμηθεύς λέγ᾽ ἥντιν᾽ αἰτεῖ: πᾶν γὰρ ἂν ἂν recc.: οὖν M πύθοιό μου. Ἰώ σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασε. Προμηθεύς βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ. Ἰώ ποίων δὲ ποινὰς ἀμπλακημάτων τίνεις; Προμηθεύς τοσοῦτον ἀρκῶ σοι σαφηνίσας σαφηνίσας Linwood: σαφηνήσαι mutatum in σαφηνίσαι M μόνον. Ἰώ καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος. Προμηθεύς τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε. Ἰώ μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν. Προμηθεύς ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι τοῦδέ σοι Turnebus: τοῦδε τοῦ codd. δωρήματος.