τὸν μυριωπὸν εἰσορῶσα βούταν. ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων, ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει. ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν ἐξ ἐνέρων περῶν κυναγεῖ, κυναγεῖ Hermann: κυνηγετεῖ codd. πλανᾷ τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν. Ἰώ ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον: ἰὼ ἰὼ πόποι, πόποι Seidler: ποῖ ποῖ π᾽ όπ᾽ οἰ π᾽ όπ᾽ οἰ M ποῖ μ᾽ ποῖ μ᾽ recc.: πῇ μ᾽ M ἄγουσ᾽ ἄγουσ᾽ ὦ πόποι scripsi: ἄγουσι M <ὦ πόποι> τηλέπλανοι τηλέπλανοι Seidler: τηλέπλαγκτοι M πλάναι m 1 , recc.: πλάνοι M πλάναι; τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοσύναις, πημοσύναις Hermann: πημοναῖσιν codd. ἐή, ἐή Dindorf: ἓ ἕ M οἰστρηλάτῳ δὲ δείματι δειλαίαν παράκοπον ὧδε τείρεις; πυρί <με> με add. Elmsley φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις δάκεσι δὸς βοράν, μηδέ μοι φθονήσῃς εὐγμάτων, ἄναξ. ἄδην με πολύπλανοι πλάναι γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα πημονὰς ἀλύξω. κλύεις φθέγμα τᾶς βούκερω παρθένου; Προμηθεύς πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης, τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται. Ἰώ πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας, τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς: θεόσυτόν θεόσσυτόν codd. τε νόσον ὠνόμασας,