λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. Προμηθεύς οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω: τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ. Χορός τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; Προμηθεύς Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες. Χορός τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος; Προμηθεύς οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην. Χορός τί γὰρ πέπρωται Ζηνὶ πλὴν πλὴν recc.: πρὶν M ἀεὶ κρατεῖν; Προμηθεύς τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει. Χορός ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις. Προμηθεύς ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος ὅσον μάλιστα: τόνδε γὰρ σῴζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. Χορός μηδάμ᾽ ὁ πάντα νέμων θεῖτ᾽ θεῖτο M ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς, μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισσομένα βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄ- σβεστον πόρον, μηδ᾽ ἀλίτοιμι λόγοις: μάλα μοι τοῦτ᾽ μάλα μοι τοῦτ᾽ Hermann: ἀλλά μοι τόδ᾽ codd. ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη: Χορός ἁδύ τι θαρσαλέαις τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.