οὐ χριστόν, οὔτε πιστόν, ἀλλὰ φαρμάκων χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους ἐγνώρισ᾽ αὐτοῖς: ἐνοδίους τε συμβόλους: γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν εὐωνύμους τε, καὶ δίαιταν ἥντινα ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι: σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν, χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν: κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα. τοιαῦτα μὲν δὴ ταῦτ᾽: ἔνερθε δὲ χθονὸς κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα, χαλκόν, σίδηρον, σίδηρον recc.: σίδαρον M ἄργυρον, χρυσόν τε τε recc.: δὲ M τίς φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ; οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων. βραχεῖ δὲ μύθῳ πάντα πάντα recc.: ταῦτα M συλλήβδην μάθε, πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως. Χορός μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος: ὡς ἐγὼ εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι