ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς δόμους προσείλους προσείλους recc.: προσήλους ( ει supra η scr.) M ᾖσαν, οὐ ξυλουργίαν: κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, σοφισμάτων recc.: νοσφισμάτων M, σοφις in margine m 1 ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, μνήμην θ᾽ θ᾽ recc., et in M supra scripsit m 1 ἁπάντων, μουσομήτορ᾽ ἐργάνην. ἐργάνην Stobaeus, Flor. 71, 1 et nota in rec. adscripta: ἐργάτιν ( τιν in litura m 1 ) M κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα ζεύγλαισι δουλεύοντα σάγμασίν σάγμασίν Pauw: σώμασιν M θ᾽, ὅπως θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων γένοινθ᾽, γένοινθ᾽ Dawes: γένωνθ᾽ codd. ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς. θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ λινόπτερ᾽ ηὗρε ναυτίλων ναυτίλων recc.: ναυτιλόχων M ὀχήματα. τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ σόφισμ᾽ ὅτῳ recc.: σοφισμάτων ( ὅτω supra scr. m 1 ) M τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ. Χορός πέπονθας αἰκὲς αἰκὲς Porson: ἀεικὲς codd. πῆμ᾽: ἀποσφαλεὶς φρενῶν πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. Προμηθεύς τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον, οἵας τέχνας τε καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε οὔτε recc.: οὐδε M βρώσιμον,