μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. Ὠκεανός ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας; Προμηθεύς τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ. Ὠκεανός ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος. Προμηθεύς στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. Ὠκεανός ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον. λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν δέ τἂν Blomfield: δ᾽ ἔτ᾽ ἂν M σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. Χορός στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ: δακρυσίστακτα δακρυσίστακτα Minckwitz: δακρυσίστακτον codd. δ᾽ ἀπ᾽ ὄσσων ῥαδινῶν λειβομένα ῥέος παρειὰν νοτίοις ἔτεγξα παγαῖς: ἀμέγαρτα γὰρ τάδε Ζεὺς ἰδίοις νόμοις κρατύνων ὑπερήφανον ὑπερήφανος, ν supra scr., M θεοῖς τοῖς πάρος ἐνδείκνυσιν ἐνδείκνυσιν recc.: ἐνδεικνύειν M αἰχμάν. Χορός πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα, μεγαλοσχήμονά τ᾽ ἀρχαι- οπρεπῆ.... στένουσι τὰν σὰν lacuna varie suppleta: περθομέναν Dindorf: δυρόμενοι Fritzsche: θ᾽ ἑσπέριοι Wecklein: nihil certum συνομαιμόνων τε τιμάν, ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς Ἀσίας ἕδος νέμονται, μεγαλοστόνοισι σοῖς πή- μασι συγκάμνουσι θνατοί. Χορός Κολχίδος τε γᾶς ἔνοικοι παρθένοι, μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶς ἔσχατον τόπον ἀμφὶ Μαι- ῶτιν ἔχουσι λίμναν,