ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς ἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράορον παράορον Bergk: παράωρον M δέμας κεῖται στενωποῦ πλησίον θαλασσίου ἰπούμενος ἰπούμενος M: ἰπνούμενος m 1 recc. ῥίζαισιν Αἰτναίαις ὕπο: κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ Ἥφαιστος: ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις τῆς καλλικάρπου Σικελίας λευροὺς γύας: τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον θερμοῖς θερμοῖς rec.: θερμῆς codd. cett. ἀπλάτου ἀπλάτου Schütz: ἀπλήστου codd. βέλεσι πυρπνόου ζάλης, καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος. σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου Πρ. add. m 1 χρῄζεις: σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι: ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου. Ὠκεανός οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι; Προμηθεύς ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ ἰσχναίνῃ recc.: ἰσχναίει ( ν postea inserto in ἰσχναίνει mutatum M βίᾳ. Ὠκεανός ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με. Προμηθεύς μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν. Ὠκεανός ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. Προμηθεύς ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε. Ὠκεανός σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.