ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι γλώσσῃ ματαίᾳ ζημία προστρίβεται; Προμηθεύς ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς, πάντων μετασχὼν μετασχεῖν Weil καὶ τετολμηκὼς ἐμοί. συντετολμηκώς τ᾽ Jebb (ad Ant. 537) καὶ νῦν ἔασον μηδέ μηδέ recc.: μηδέν M σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις πείσεις recc.: πείθεις M νιν: οὐ γὰρ εὐπιθής. εὐπιθής recc.: εὐπειθής M πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ. Ὠκεανός πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς μ᾽ μ᾽ add. recc. duo: omittunt codd. cett. ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων. Προμηθεύς τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῇ κοὐδαμῇ recc.: κ᾽ οὐδὲ μὴ M λήξω ποτέ: προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ μηδὲν πόνει: μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων: ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ οὕνεκα θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτ᾽, ἐπεί με χαἰ χαἰ Porson: καὶ codd. κασιγνήτου τύχαι Oceano tribuunt codd.: recte Prometheo continuavit Elmsley τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς πρὸς recc.: ἐς M ἑσπέρους τόπους ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας ἑκατογκάρανον πρὸς βίαν χειρούμενον Τυφῶνα θοῦρον, πᾶσι δ᾽ πᾶσι δ᾽ Minckwitz, Hermann: πᾶσιν ὃς M recc. aliquot ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον: φόβον ] φόνον recc. ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ: