ἔα: τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἶαν; ἢ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς; δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι. Ὠκεανός ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους νέους: νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον ὄχλον Döderlein: χόλον codd. παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε: τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων: σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.