οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με τοιαῖσδε Wecklein κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου. καί μοι καίτοι Robortello τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη, πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. πίθεσθέ πίθεσθε (bis) Blomfield: πείθεσθε (bis) codd. μοι, πίθεσθε, συμπονήσατε τῷ νῦν μογοῦντι. ταὐτά τοι ταὐτά τοι schol. et recc.: ταῦτά τοι M πλανωμένη πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει. Χορός οὐκ ἀκούσαις ἐπεθώυξας τοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν πόρον οἰωνῶν, ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους χρῄζω διὰ παντὸς ἀκοῦσαι. Ὠκεανός ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων: ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί. γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην χαριτογλωσσεῖν χαριτογλωσσεῖν ex Athenaeo Turnebus: σὲ τὸ χαριτογλωσσεῖν M ἔνι μοι: φέρε γὰρ σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν: οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι.